|
Ce texte, extrait du Misopogon, a été écrit en grec par Julien l'Apostat, un empereur romain qui a séjourné à Lutèce. Ἐτύγχανον ἐγὼ χειμάζων περὶ τὴν φίλην Λουτεκίαν· ὀνομάζουσι δὲ οὕτως οἱ Κελτοὶ τῶν Παρισίων τὴν πολίχνην. Γίνεται δὲ καὶ ὁ χειμὼν ἐκεῖ πρᾳότερος, εἴτε ὑπὸ τῆς θέρμης τοῦ ὠκεανοῦ (στάδια γὰρ ἀπέχει τῶν ἐννακοσίων οὐ πλείω, καὶ διαδίδοται τυχὸν λεπτή τις αὖρα τοῦ ὕδατος, εἶναι δὲ δοκεῖ θερμότερον τὸ θαλάττιον τοῦ γλυκέος) Ἐγένετο δὴ οὖν ὁ χειμὼν τοῦ εἰωθότος σφοδρότερος, ἴστε δήπου τὸν Φρύγιον λίθον, ᾧ ἐῴκει μάλιστα τοῦ λευκοῦ τούτου τὰ κρύσταλλα, μεγάλα καὶ ἐπάλληλα φερόμενα· |